Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

26.12 καὶ Αὐδουίν, ὁ Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίους τε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον ἢ τρισχιλίων.
26.13 εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον ἢ τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγείς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλούς, ὁ Ζάμου μὲν υἱός, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνός, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη· καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια· καὶ Ἀρούθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους· Ἰωάννης τε, ὁ Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων.
26.14 Ἦν οὖν μεγαλοδωρότατος ὁ Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίν τε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme