Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

25.11 Ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνήρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου.
25.12 ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε.
25.13 τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται.
25.14 Οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασὶν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme