Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

24.38 ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι.
24.39 τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
25.1 Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοι τε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο. οἵπερ τῷ πλήθει τῶν
25.2 πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολειπομένους ἐσίνοντο,
25.3 καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν.
25.4 ἐν ταύτῃ τε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύμπαντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ’ οἴκου ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ.
25.5 οὐδὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ῥωμαῖοι ἢ ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν ἡ μίσθωσις ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme