Book 8
24.30
οὐ πολλῷ ὕστερον.” τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον.
24.31
Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔς τε Κουρσικὴν καὶ Σαρδὼ στέλλει.
24.32
οἱ δε τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον,
24.33
μετὰ δὲ καὶ Σαρδὼ κατέλαβον. ἄμφω δὲ τὰ νήσω ὁ Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθών, ὃς τοῦ ἐν Λιβύῃ Ῥωμαίων στρατοῦ ἦρχε, στόλον τε νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν.
24.34
οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο· τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοί τε εἶναι, ἐπεὶ Γότθοι ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον.
24.35
ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοί τε αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν.
24.36
οἱ δὲ λοιποὶ φεύγοντες ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχηδόνα παντὶ τῷ στόλῳ ἀφίκοντο. ἐνταῦθά τε διαχειμάσαντες ἔμενον,
24.37
ἐφ’ ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι. ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν καλοῦσιν.