Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

24.10 ἢν δέ γε βασιλέως ποτὲ Ἰουστινιανοῦ περιέσεσθαι Τουτίλαν τῷ πολέμῳ συμβαίη, τηνικάδε Γότθους τε καὶ Φράγγους διοικήσασθαι ταῦτα, ὅπη ἂν συνοίσειν ἑκατέροις δοκῇ. ἀλλὰ ταῦτα μὲν τῇδε ξυνέκειτο.
24.11 τὴν δὲ Θευδιβέρτου ἀρχὴν διεδέξατο Θευδίβαλδος ὁ παῖς. βασιλεύς τε Ἰουστινιανὸς Λεόντιον, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα ἐκ βουλῆς, πρεσβευτὴν παρ’ αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ Χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχε.
24.12 Λεόντιος δέ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε· “Ἴσως μέν τι καὶ ἄλλοις παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τανῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενί, οἶμαι, ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων.
24.13 βασιλεὺς μὲν γὰρ Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν.
24.14 οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα οἷα οὐδ’ ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν.
24.15 ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη, οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς πόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονε.
24.16 διόπερ τανῦν ἐς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ’ αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme