Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

23.35 ἐκ χειρὸς αὐτοὺς διεχρῶντο. ἀπειρηκότες οὖν οἱ βάρβαροι πρός τε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ’ ὅ τι μαχέσονται, οὐδὲ ναυμαχοῦντες, οὐ μέντοι οὐδὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέμιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες.
23.36 διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινὸς εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκεδαννύμενοι διηποροῦντο.
23.37 καὶ αὐτῶν τινὲς ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
23.38 ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ῥωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ καταδύοντες ἔκτεινον· τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν δὲ δὴ ἕτερον ἐζώγρησαν Ῥωμαῖοι.
23.39 Καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκομίσθησαν ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν.
23.40 φράσαντές τε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐς Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον.
23.41 Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τό τε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες ἀπέπλευσαν ἐνθένδε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme