Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

23.20 σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι. κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν ἐξόν.
23.21 οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον, οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις.
23.22 ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι, ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.”
23.23 Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο· “Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ’ ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη.
23.24 ἀμαθία γὰρ οὐ κατ’ ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ’ ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς.
23.25 δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοί τέ εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι.
23.26 ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme