Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 8

23.14 Πρῶτοί τε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε· “Μηδεὶς ὑμῶν, ὦ ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ῥωμαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μηδὲ ἄχρι τοῦδε ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμπαν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον ἐνταῦθα ἑστάναι, ἔνθα τε ἂν ἀποκλῖναι ξυμβαίη τὴν μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας.
23.15 οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε· πολλή τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπή, τούς τε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν πολεμίων ἐπάναγκες.
23.16 λιμῷ γὰρ οὐκ οἶδεν ἡ ἀρετὴ ξυνοικίζεσθαι, πεινῆν τε καὶ ἀνδραγαθίζεσθαι οὐκ ἀνεχομένης τῆς φύσεως.
23.17 τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει, οὕτω τε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή.
23.18 ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν.
23.19 οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκός, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme