Book 8
23.7
λόγου τὴν ἐπικουρίαν ζητῶν.” ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολήν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθέν, αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος.
23.8
ἄνδρας τε ἀπολεξάμενος οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντά τε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιά τε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν.
23.9
Ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοί τε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται ὃ δὴ Σενογαλλίαν Ῥωμαῖοι καλοῦσι,
23.10
τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν. ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν.
23.11
τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπολιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν.
23.12
ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων ὁ Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλ τε καὶ Γουνδούλφ.
23.13
ἐπειδή τε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάς τε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα.