Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

24.6 παντὸς δὲ τοῦ στρατοῦ προθυμίᾳ τῇ πάσῃ ταῦτα ἐργαζομένου πέντε καὶ εἴκοσιν ἡμερῶν ὅσα τοῦ περιβόλου καθῄρητο τῷ τρόπῳ τούτῳ τετέλεστο.
24.7 τῶν τε Ῥωμαίων ὅσοι ἀμφὶ τὰ ἐκείνῃ χωρία ᾤκηντο ἐνταῦθα ἠγείροντο, τῆς τε ἐν Ῥώμῃ οἰκήσεως ἐπιθυμίᾳ καὶ ὅτι τῶν ἐπιτηδείων τέως σπανίζοντες ἀφθονίαν ἐνταῦθα εὗρον, ἥνπερ Βελισάριος ποιεῖν ἴσχυσε, ναῦς ὅτι πλείστας πάντων ἐμπλησάμενος τῶν ἀναγκαίων, ἔς τε Ῥώμην διὰ τοῦ ποταμοῦ ἐσκομίσας.
24.8 Ταῦτα ἐπεὶ Τουτίλας ἤκουσεν, ἄρας αὐτίκα παντὶ τῷ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἦλθεν, οὔπω Βελισαρίου τὰς πύλας ἐναρμόσασθαι τῷ περιβόλῳ ἰσχύσαντος.
24.9 πάσας γὰρ διαφθείρας Τουτίλας ἔτυχεν, ἅσπερ οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνάμενος.
24.10 ἐπεὶ δὲ ὁ τῶν βαρβάρων στρατὸς ἀγχοῦ ἐγένοντο, τότε μὲν ἐνστρατοπεδευσάμενοι ηὐλίσαντο παρὰ Τίβεριν ποταμόν, ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἅμα ἡλίῳ ἀνίσχοντι θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ἀμφὶ τὸ τεῖχος ᾔεσαν.
24.11 Βελισάριος δὲ τῶν μὲν στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενος ἐς τὴν χώραν τῶν πυλῶν ἔστησε, τοὺς δὲ λοιποὺς ἄνωθεν ἀπὸ τῶν περιβόλων ἀμύνεσθαι τοὺς ἐπιόντας πάσῃ δυνάμει ἐκέλευε.
24.12 γέγονε τοίνυν καρτερὰ μάχη. οἱ γὰρ βάρβαροι τὰ μὲν πρῶτα ἐλπίδα εἶχον αὐτοβοεὶ τὴν πόλιν αἱρήσειν, τοῦ δὲ πράγματος σφίσιν ἀντιστατοῦντος, καὶ τῶν Ῥωμαίων ἰσχυρότατα ἀμυνομένων, ὀργῇ χρώμενοι τοῖς πολεμίοις ἐπέκειντο, τοῦ θυμοῦ σφᾶς παρὰ δύναμιν ἐς τὴν εὐτολμίαν ὁρμῶντος.
24.13 οἵ τε Ῥωμαῖοι παρά δόξαν ἀντείχοντο, τοῦ κινδύνου, ὡς τὸ εἰκός, ἐς τὴν εὐψυχίαν ἐνάγοντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme