Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

23.16 ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν ἐλίπετο.
23.17 ταύτῃ τε Καλαβροὶ ἅπαντες ἐν τῷ ἀσφαλεῖ ἤδη γενόμενοι Γότθων ἐς ἀπόστασιν εἶδον. ταῦτα μὲν ἐφέρετο τῇδε.
23.18 Τουτίλας δὲ φρούριον ἐν Λευκανοῖς καταλαβὼν ἐχυρώτατον ἄγχιστά πη τῶν Καλαβρίας ὁρίων κείμενον, ὅπερ Ἀχεροντίδα καλοῦσι Ῥωμαῖοι, ἐνταῦθά τε φυλακτήριον ἀνδρῶν οὐχ ἧσσον ἢ τετρακοσίων καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥάβενναν ᾔει, τῶν βαρβάρων τινὰς ἀπολιπὼν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, οἷσπερ ἡ Ῥωμαίων ἐπέκειτο φυλακή, τῶν ἐκ τῆς συγκλήτου βουλῆς ἐνταῦθα ὄντων.
24.1 Βελισαρίῳ δὲ τόλμα προμηθὴς γέγονε τότε ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι τοῖς τε ὁρῶσι καὶ ἀκούουσι πρῶτον, ἐκβᾶσα δὲ ἐς ἀρετῆς ἔργον ὑψηλόν τε καὶ δαιμονίως ὑπέρογκον.
24.2 τῶν γὰρ στρατιωτῶν ὀλίγους τινὰς φρουρᾶς ἕνεκα τῆς ἐν Πόρτῳ ἀπολιπὼν αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην ἦλθε, προσποιεῖσθαί τε αὐτὴν σθένει παντὶ ἤθελεν.
24.3 ἐπεὶ δὲ οὐχ οἷός τε ἦν ὅσα καθελὼν τοῦ περιβόλου Τουτίλας ἔτυχε βραχεῖ ἀνοικοδομήσασθαι χρόνῳ, ἐποίει τάδε.
24.4 λίθους ἄγχιστά πη ὄντας ξυναγαγὼν ἐπ’ ἀλλήλους οὐδενὶ κόσμῳ ξυνέβαλεν, οὐδὲν τὸ παράπαν ἐντὸς ἔχοντας, ἐπεὶ οὔτε τίτανον εἶχεν οὔτε τι ἄλλο τοιοῦτον, ἀλλ’ ὅπως μόνον τὸ τῆς οἰκοδομίας σώζοιτο πρόσωπον, σκολόπων τε μέγα τι χρῆμα ἔξωθεν ἵστη.
24.5 ἐτύγχανε δὲ καὶ τάφρους βαθείας ἀμφὶ τὸν περίβολον ὅλον ὀρύξας πρότερον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme