Book 7
21.5
νῦν δ’ ἡμῖν ἐς ὀλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς καὶ οὐδ’ ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν πολεμίων πλέον ἢ δισμυρίων ὄντων τετύχηκε.
21.6
τὰ μὲν οὖν πεπραγμένα συλλήβδην εἰπεῖν τοιαῦτά ἐστι· τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν αὐτίκα δηλώσω· ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥωμαίους ἀνόσια ἔργα, οἷς δή, ὡς τὸ εἰκός, ἠγμένος ὁ θεὸς ἐπ’ αὐτοὺς τὸτε ξὺν τοῖς πολεμίοις ἐστράτευσε.
21.7
καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραίροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινωσκομένῃ ἡσσήθημεν.
21.8
οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ ἐφ’ ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα δὴ μάλα πολέμια ἔσται.
21.9
οὐ γὰρ ἀνθρώπων γένει οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ’ οἷς ἂν μᾶλλον ὁ τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς αὐτῷ τἀγαθὰ ἐφ’ ἑτέρους μετενεγκεῖν.
21.10
ἀνθρώπῳ μὲν γὰρ τὸ μὴ ἀδικεῖν μόνον ἐν γνώμῃ ἐστί, θεῷ δὲ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ πέφυκε κεῖσθαι.
21.11
φημὶ τοίνυν ὑμᾶς χρῆναι τὴν δικαιοσύνην ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους τηρεῖν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν τὴν εὐημερίαν ἐς ἀεὶ διασώζεσθαι.”