Book 7
20.22
Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι δὲ τοὺς παραπεπτωκότας διέφθειρον.
20.23
ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερόν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος “Φείδου τῶν σῶν, ὦ δέσποτα” εἶπε.
20.24
καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη “Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.” “Ὅτε με” ὁ Πελάγιος ἀπεκρίνατο “δοῦλον σὸν ὁ θεὸς εἶναι πεποίηκεν.
20.25
ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπόν, ὦ δέσποτα, φείδου.” ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς κατ’ ἐξουσίαν ληΐζεσθαι.
20.26
Πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν.
20.27
οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις βιοῦν.
20.28
ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου.