Book 7
20.4
Τέσσαρες οὖν Ἴσαυροι, ἀμφὶ πύλην Ἀσιναρίαν φυλακὴν ἔχοντες, τηρήσαντες τῆς νυκτὸς τὸν καιρὸν ἐν ᾦ τοῖς μὲν αὐτῶν ἐχομένοις καθεύδειν ἐπέβαλλεν, αὐτοῖς δὲ ἡ φυλακὴ τοῦ ἐκείνῃ τείχους ἐπέκειτο, κάλως τε ἐκ τῶν ἐπάλξεων ἀναρτήσαντες ἄχρι ἐς τὸ ἔδαφος ἐξικνουμένους, καὶ τούτων χερσὶν ἀμφοτέραις λαβόμενοι ἔξω τοῦ περιβόλου ἐγένοντο καὶ παρὰ Τουτίλαν ἀφικόμενοι δέξασθαι τῇ πόλει αὐτόν τε ὡμολόγουν καὶ τὸν Γότθων στρατόν· δυνατοὶ γὰρ εἶναι τοῦτο ποιεῖν ἰσχυρίζοντο οὐδενὶ πόνῳ.
20.5
καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον ὅθεν οἱ ἄνθρωποι Γότθοις ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι.
20.6
οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος.
20.7
ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο.
20.8
Ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου.
20.9
ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παρ’ αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ’ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν.