Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

1.41 διὸ δὴ τὰ μὲν πρῶτα Ἰλδίβαδος Οὐραΐαν ἐς τοὺς βαρβάρους διέβαλεν, ὡς δὴ ἐς τοὺς πολεμίους αὐτομολεῖν μέλλοι, ὀλίγῳ δὲ ὕστερον δόλῳ ἔκτεινε καὶ ἀπ’ αὐτοῦ ἐς τὸ Γότθων ἔχθος ἐνέπεσε.
1.42 βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν οὕτως ἀνεπισκέπτως Οὐραΐαν ἐξ ἀνθρώπων ἀφανισθῆναι. πολλοί τε ἤδη ἐν σφίσιν αὐτοῖς ξυνιστάμενοι Ἰλδιβάδῳ ἅτε ἀνόσια εἰργασμένῳ ἐλοιδοροῦντο. τίσασθαι μέντοι τούτου δὴ τοῦ φόνου αὐτὸν οὐδεὶς ἤθελεν.
1.43 Ἦν δέ τις ἐν αὐτοῖς Οὐέλας, Γήπαις μὲν γένος, ἐς δὲ τὸ τῶν βασιλέως δορυφόρων ἀξίωμα ἥκων.
1.44 οὗτος ἀνήρ, μνησθεὶς γυναικὸς εὐπρεποῦς τὴν ὄψιν, ἐξαίσιόν τινα ἔρωτα ἤρα, ἐσταλμένου δὲ αὐτοῦ ἐπὶ τοὺς πολεμίους, ἐφ’ ᾧ τινα ποιοίη ξὺν ἑτέροις τισὶν ἐπ’ αὐτοὺς ἔφοδον, τὴν μνηστὴν ἑτέρῳ τῶν βαρβάρων τινὶ Ἰλδίβαδος, εἴτε ἀγνοίᾳ εἴτε τῳ ἄλλῳ ἠγμένος, ξυνῴκισεν.
1.45 ὡς δὲ ταῦτα ἐκ τοῦ στρατοπέδου ἐπανήκων Οὐέλας ἤκουσε, θυμοειδὴς ὢν φύσει, τὴν ἐκ τοῦ ἔργου ὕβριν οὐκ ἤνεγκεν, ἀλλὰ αὐτίκα κτεῖναι Ἰλδίβαδον ἔγνω,
1.46 χαριεῖσθαι Γότθοις ἅπασι ταύτῃ οἰόμενος. καί ποτε αὐτὸν Γότθων τοὺς ἀρίστους ἑστιῶντα τηρήσας τῇ ἐπιβουλῇ ἐπεχείρησεν.
1.47 ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν χεῖρα ἐπιβαλὼν ἐς τὰ βρώματα ἐπὶ τῆς στιβάδος πρηνὴς ἔκειτο, Οὐέλας δὲ αὐτοῦ ἄφνω τῷ ξίφει τὸν τράχηλον παίει.
1.48 ὥστε, τῶν βρωμάτων ἔτι ἐχομένων ἐν τοῖς τοῦ ἀνθρώπου δακτύλοις, ἡ κεφαλὴ εἰς τὴν τράπεζαν καταρραγεῖσα ἐξέπληξέ τε καὶ ἐς θάμβος τι μέγα τοὺς παρόντας ἤνεγκεν ἅπαντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme