Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

17.20 Ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνήρ, πέντε παίδων πατήρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον·
17.21 ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονώς, ἀλλ’ ἰσχυρότατα ἐν τῇ διανοίᾳ τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ τροφὴν ληψομένους ἐκέλευεν.
17.22 ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων οἳ ταύτῃ ἦσαν.
17.23 Καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις ἐνθένδε βουλομένοις ἦν ἀπαλλάσσεσθαι.
17.24 ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον.
17.25 πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.
18.1 Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme