Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

17.12 καὶ βοῦν δέ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν εἶχεν.
17.13 ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κὰν τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται.
17.14 ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον.
17.15 Τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο· ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο.
17.16 τελευτῶντες δέ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι ὅτου ὠνοῖντο, ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον.
17.17 ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς ἐμφερεστάτους εἰργάζετο.
17.18 πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον.
17.19 ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme