Book 7
17.2
διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε· “Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοί, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν.
17.3
ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ’ ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παρ’ ὑμᾶς ἥκομεν. ὅπως δὲ ἀκούσησθε πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι.
17.4
ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν δύναται.
17.5
ἡμᾶς, ὦ στρατηγοί, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατόν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ’ ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον.
17.6
καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις ὑπηρετεῖν ἄξιον.