Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

16.28 ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ’ ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη.
16.29 οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ’ ὅπως τι ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς ἐπανήξωσιν.
16.30 ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων ὧν αὐτὸς εἴρηκας.
16.31 τί γὰρ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν ; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως.
16.32 ἀλλ’ ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.”
17.1 Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, ἀλλ’ ἔτι ἀντεῖχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme