Book 7
16.2
Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖοι ἐν Πλακεντίᾳ πολιορκούμενοι ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων ἐς βρώσεις οὐχ ὁσίας τινάς, βιαζόμενοι τῷ λιμῷ, ἦλθον.
16.3
καὶ μὴν καὶ ἀλλήλων ἐγεύσαντο. καὶ διὰ τοῦτο σφᾶς τε αὐτοὺς καὶ Πλακεντίαν ὁμολογίᾳ Γότθοις παρέδωκαν.
16.4
Ταῦτα μὲν οὖν τῇδε ἐχώρησε καὶ Ῥώμην πρὸς Τουτίλα πολιορκουμένην ἅπαντα ἤδη τὰ ἀναγκαῖα ἐπελελοίπει.
16.5
ἦν δέ τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμήν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον διατρίψας συχνὸν φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονε, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος.
16.6
ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον, ὡς τὸ εἰκός, ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκε.
16.7
τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ τὰ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ’ ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν.
16.8
ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν. ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε·
16.9
“Πᾶσι μέν, ὡς ἐπὶ πλεῖστον εἰπεῖν, νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν σπουδῇ ἄνωθεν γέγονε.