Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

14.13 ἐπειδή τε βουλόμενος ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπενόει τοιάδε. τῷ κεκτημένῳ ἐς ὄψιν ἥκων τῆς τε φιλανθρωπίας ἐπῄνεσε καὶ πολλὰ μέν οἱ διὰ τοῦτο πρὸς τοῦ θεοῦ ἰσχυρίσατο τἀγαθὰ ἔσεσθαι, καὶ αὐτὸν δὲ οὐδαμῆ ἀχάριστον δεσπότῃ φιλανθρωποτάτῳ φανήσεσθαι, ἀλλ̓, ἤν γε αὐτῷ τὰ βέλτιστα εἰσηγουμένῳ ἐπακούειν ἐθέλῃ, κύριον αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι χρημάτων μεγάλων.
14.14 εἶναι γὰρ ἐν τῷ Σκλαβηνῶν ἔθνει Χιλβούδιον, τὸν Ῥωμαίων στρατηγήσαντα, ἐν ἀνδραπόδων λόγῳ, πάντας βαρβάρους λανθάνοντα ὅστις ποτέ ἐστιν.
14.15 ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη προέσθαι τε τὰς τοῦ Χιλβουδίου τιμὰς καὶ διακομίζειν τὸν ἄνθρωπον ἐς Ῥωμαίων τὴν γῆν, δόξαν τε ἀγαθὴν καὶ πλούτου αὐτὸν πάμπολυ χρῆμα περιβαλέσθαι πρὸς βασιλέως οὐκ ἀπεικὸς εἶναι.
14.16 ταῦτα ὁ Ῥωμαῖος εἰπὼν τὸν κεκτημένον εὐθὺς ἔπεισε, καὶ ξὺν αὐτῷ γίνεται ἐν Σκλαβηνοῖς μέσοις· ἐπεκηρυκεύοντο γὰρ ἤδη καὶ ἀλλήλοις ἀνεμίγνυντο ἀδεῶς οἱ βάρβαροι οὗτοι. χρήματα γοῦν πολλὰ τῷ Χιλβούδιον κεκτημένῳ προέμενοι τὸν ἄνδρα ὠνοῦντο καὶ ξὺν αὐτῷ ἀπιόντες εὐθὺς ᾤχοντο.
14.17 ἐπεί τε ἐν ἤθεσι τοῖς σφετέροις ἐγένοντο, ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὁ πριάμενος, εἰ Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη.
14.18 καὶ ὃς οὐκ ἀπηξίου τὰ ὄντα καταλέγειν ξὺν τῷ ἀληθεῖ λόγῳ ἐφεξῆς ἅπαντα, ὡς εἴη μὲν καὶ αὐτὸς Αντης τὸ γένος, μαχόμενος δὲ ξὺν τοῖς ὁμογενέσι πρὸς Σκλαβηνούς, τότε πολεμίους σφίσιν ὄντας, πρός του τῶν ἐναντίων ἁλῴη, τανῦν δέ, ἐπεὶ ἀφίκετο ἐς τὰ πάτρια ἤθη, ἐλεύθερος τὸ λοιπὸν κατά γε τὸν νόμον καὶ αὐτὸς ἔσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme