Book 7
11.38
Τουτίλας δὲ καὶ ὁ Γότθων στρατός, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν.
11.39
διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ασκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
12.1
Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ ἵππους.
12.2
οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς εἶναι.
12.3
καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὦ βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ’ ἄν τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ μή ποτε ἱκανὸς εἴη.
12.4
Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς ἐνδελεχέστατα περιελθόντες στρατιώτας ξυνήγομεν κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους.
12.5
ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους ἐνταῦθα οὔτε αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς ἐκείνων πολλάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέφυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς τὴν γῆν ῥίψαντες.