Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

11.8 οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο. ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὒτ’ ἂν ἑκών ποτε τοῖς βασιλέως κατηκόοις πολέμιος εἴην.
11.9 εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ’ ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.”
11.10 Τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν
11.11 ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι τῶν ταύτῃ χωρίων.
11.12 Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενός τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει ἡσύχαζε.
11.13 χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ’ οἴκου ἀπεκομίσθησαν.
11.14 πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον ὤφειλε.
11.15 στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι τετύχηκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme