Book 7
10.9
τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν Δρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε.
10.10
τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο, τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας ἦλθον.
10.11
καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλασσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομηκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνεχώρησαν.
10.12
Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας ἦλθε.
10.13
Καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον τινὰ ἔμενε.
10.14
Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς ἄρχων τῆς ἐν Γενούᾳ.
10.15
τούτου δὲ τῷ ὀνόματι χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παρ’ αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε παρακαλοῦντος αὐτὸν ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλεποῖς οὖσιν.
10.16
ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν.