Book 7
10.4
τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες ʽἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν’ οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐπ’ αὐτοὺς ᾔεσαν.
10.5
Ἐν τούτῳ δὲ οἱ ἐν Δρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον. ἐφ’ ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι, τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα ξυνέκειτο.
10.6
Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ’ αὐτῶν καταστήσασθαι· ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν.
10.7
Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν Δρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν ἴσχυσε.
10.8
τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, ὀλιγώρως ἤδη τὰ ἐς τὸν Δρυοῦντα διαθέμενοι ἡσυχῆ ἔμενον.