Book 7
8.24
οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου πρυτανεύεται τύχη.” Τουτίλας μὲν τοσαῦτα εἶπεν.
8.25
ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ’ εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο.
9.1
Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ’ ὁτιοῦν ὑπελίποντο, ἀλλ’ οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον.
9.2
τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα πρὸς ἑκατέρων τῶν στρατοπέδων.
9.3
τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις.
9.4
οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο.
9.5
οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη.