Book 7
7.16
οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας· καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι οὐδὲν κωλύσει.”
7.17
Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ ἐπίεζε.
7.18
πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν.
7.19
Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ’ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι.
7.20
ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν ʽλίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίἀ ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
8.1
Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν.
8.2
τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβών, οἷς δὴ ὑπ’ αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει, δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς τὸ εἰκός,
8.3
ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μηδένα πη ἐνθένδε ἰέναι.