Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

7.4 Ἐπεὶ δὲ Νεαπόλεως ὁ Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων.
7.5 καὶ ὁ μὲν ζόφος ἅπαντα ἐνεδίδου, ὁ δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἢ ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ ἡ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν οὗ δὴ ἐστρατοπεδεύοντο οἱ πολέμιοι.
7.6 ἐπιβαίνοντες οὖν κατ’ ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ Δημήτριον τὸν στρατηγόν.
7.7 Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε.
7.8 Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν Δημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν.
7.9 ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ’ ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. Δημήτριος μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme