Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

5.13 Ἤδη δὲ καὶ ὁ λοιπὸς τῶν Ῥωμαίων στρατὸς ἐς τὸ πεδίον ἀφικόμενοι φάλαγγά τε ποιησάμενοι ἵσταντο. καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν.
5.14 ἀλλὰ τύχῃ τινὶ ξυνέβη ἐς τὸ Ῥωμαίων στρατόπεδον φήμην οὐκ ἀληθῆ περιφέρεσθαι, ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη.
5.15 ἐπεί τε ὁ λόγος ἐς τοὺς ἄρχοντας ἦλθε, μένειν ἐνταῦθα οὐκέτι ἠξίουν, ἀλλ’ ἐς ὑπαγωγὴν αἰσχράν τινα ξύμπαντες ᾔεσαν.
5.16 οὐδὲ γὰρ ξυντεταγμένοι οὐδὲ κατὰ ξυμμορίας τινάς, ἀλλ’ αὐτὸς ἕκαστος ὥς πη ἐδύνατο ἐς φυγὴν ὥρμητο. καὶ πολλοὶ μὲν ἐν τῇ φυγῇ ταύτῃ ἀπώλοντο, ὅσοι μέντοι διεσώθησαν ἡμέρας πολλὰς οὐδαμῆ διωκόμενοι ἔφευγον.
5.17 χρόνῳ τε ὕστερον ὡς ἑκάστῳ ἔτυχεν ἐς ὀχυρώματά τινα ἐσελθόντες ἄλλο οὐδὲν ἀπήγγελλον τοῖς ἐντυγχάνουσιν ἢ ὅτι τεθνεὼς Ἰωάννης εἴη.
5.18 καὶ ἀπ’ αὐτοῦ οὔτε ξυνεμίγνυντο ἔτι ἀλλήλοις οὔτε ξυνίστασθαι τὸ λοιπὸν ἐπὶ τοὺς πολεμίους διενοοῦντο, ἀλλ’ ἕκαστος τοῦ κατ’ αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δεδιὼς μὴ οἱ βάρβαροι ἐπ’ αὐτὸν ἴωσι.
5.19 Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ ὁ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme