Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

4.31 Καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς οἱ τριακόσιοι βάρβαροι κατόπισθεν τοῦ Ῥωμαίων στρατοῦ ὁδῷ ἰόντες ἐκ τοῦ αἰφνιδίου ἐφάνησαν, οὓς δὴ κατιδόντες Ῥωμαῖοι καὶ πολὺ πλῆθος εἶναι τῶν σφίσι μαχομένων οἰόμενοι ἔς τε ὀρρωδίαν ἔπεσον καὶ αὐτίκα ἐς φυγὴν ὥρμηντο,
4.32 ὥσπερ ἑκάστῳ δυνατὰ γέγονε. φεύγοντάς τε οἱ βάρβαροι οὐδενὶ κόσμῳ Ῥωμαίους ἔκτεινον, καὶ πολλοὺς μὲν αὐτῶν ζωγρήσαντες ἐν φυλακῇ εἶχον, τὰ δὲ σημεῖα ξύμπαντα ἔλαβον, ὅπερ οὔπω πρότερον Ῥωμαίοις ξυνέπεσε. τῶν τε ἀρχόντων ὡς ἕκαστός πη ἐδύνατο ξὺν ὀλίγοις τισὶν ἔφευγε, καὶ τὰς πόλεις ὅπη ἔτυχον διασωθέντες ἐφύλασσον.
5.1 Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος ἐς πολιορκίαν καθίσταντο.
5.2 Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας,
5.3 βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε ὁ σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε.
5.4 διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξιον εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο,
5.5 λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας διέχον ἡμέρας ὁδόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme