Book 7
40.39
χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε οἱ στρατιῶται καὶ δεινὰ ἐποιοῦντο, τοῖς στρατηγοῖς ἐπικαλοῦντες ὅτι δὴ αὐτοὶ τὰ ἐπιτήδεια ξύμπαντα εὔπορα ἔχοντες ἅτε τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τοὺς στρατιώτας περιορῶσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένους καὶ οὐ βούλονται τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι.
40.40
οἶς δὴ οἱ στρατηγοὶ ἀναγκασθέντες τοῖς ἐναντίοις ξυνέμιξαν. καὶ γίνεται μὲν καρτερὰ μάχη, ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι.
40.41
ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παρ’ ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν,
40.42
ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι πρόσω ἐχώρουν.
40.43
καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ’ ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ’ αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη· οὕτω δὲ χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον ἢ ἡμέρας ὁδὸν Βυζαντίου διέχει.
40.44
οὐ πολλῷ δὲ ὕστερον ὁ Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο.
40.45
καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.