Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

40.32 καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους εὖ διοικήσασθαι.
40.33 εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ’ ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε δεδιότες πολέμιον.
40.34 ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ’ αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος ὁ Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν ἐκάλουν Φαγᾶν.
40.35 ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ’ ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων ἕνα.
40.36 Οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θράκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου διέχουσα.
40.37 καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον· λείαν γὰρ ἐπήγοντο ἀνθρωπων τε καὶ ζῴων ἄλλων καὶ πάντων χρημάτων ἀριθμοῦ κρείσσονα.
40.38 μένοντες δὲ αὐτοῦ ἠπείγοντο τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τούτου δὴ αὐτοῖς αἴσθησιν ὡς ἥκιστα παρεχόμενοι. καὶ οἱ μὲν Σκλαβηνοὶ ἐστρατοπεδεύοντο ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, Ῥωμαῖοι δὲ ἐν τῷ πεδίῳ οὐ πολλῷ ἄποθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme