Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

40.10 Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν ἀδελφιδοῦν. Γερμανοῦ δὲ γαμβρόν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν ἡγήσασθαι.
40.11 καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι· διαπορθμεύεσθαι γὰρ νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν.
40.12 Λιβέριος δέ, οὔπω τι πεπυσμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε, Συρακούσαις προσέσχε πολιορκουμέναις πρὸς τῶν πολεμίων.
40.13 βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶ
40.14 Ἀρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ Ἀδριατικὸν καλούμενον διέβη.
40.15 ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ’ ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
40.16 οὐκ ἦν δὲ οὕτως, ἀλλὰ πρὸς τοῦ πνεύματος ξὺν βίᾳ πολλῇ διωθούμεναι ἀνέστρεφόν τε βιαζόμεναι ὑπερφυῶς καὶ αὖθις ἐν Πελοποννήσῳ ἐγένοντο. καὶ ταῖς ἄλλαις δέ, ὅπη παρατύχῃ, ἢ διεφθάρθαι ἢ διασεσῶσθαι τετύχηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme