Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

40.7 δειμαίνοντες οὖν αὐτόν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοί, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν Δαλματίᾳ ἐγένοντο.
40.8 ὧν δὴ ὁ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος.
40.9 Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ’ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ’ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme