Book 7
40.2
ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινὲς Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποταμὸν Ἴστρον.
40.3
οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ’ αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε.
40.4
Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον·
40.5
μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασι· λείαν εἷχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν.
40.6
ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ό Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο.