Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

39.16 ἔπειτα δὲ χρήματα μεγάλα τὰ μὲν ἐκ βασιλέως, τὰ δὲ πλείω οἴκοθεν οὐδεμιᾷ φειδοῖ προϊέμενος στρατιὰν ἐκ τοῦ ἀπροσδοκήτου πολλὴν ἀνδρῶν μαχιμωτάτων ἀγεῖραι δι’ ὀλίγου εὐπετῶς ἴσχυσε.
39.17 Ῥωμαῖοί τε γάρ, ἄνδρες ἀγαθοὶ τὰ πολέμια, τῶν ἀρχόντων πολλοὺς ὧν δὴ δορυφόροι τε καὶ ὑπασπισταὶ ἦσαν, ἐν ὀλιγωρίᾳ πεποιημένοι, Γερμανῷ εἵποντο, ἔκ τε Βυζαντίου καὶ τῶν ἐπὶ Θρᾴκης χωρίων καὶ Ἰλλυριῶν οὐδέν τι ἧσσον, Ἰουστίνου τε καὶ Ἰουστινιανοῦ, τῶν αὐτοῦ παίδων, πολλὴν ἐνδειξαμένων περὶ ταῦτα σπουδήν,
39.18 ἐπεὶ καὶ αὐτοὺς ἐπαγαγόμενος ἀπιὼν ᾤχετο. τινὰς δὲ καὶ ἐκ καταλόγων ἱππικῶν οἳ ἐπὶ τῆς Θρᾴκης ἵδρυντο, δόντος βασιλέως, ξυνέλεξε.
39.19 καὶ βάρβαροι πολλοὶ οἵπερ ἀμφὶ ποταμὸν Ἴστρον διατριβὴν εἶχον, κατὰ κλέος τοῦ Γερμανοῦ ἥκοντες καὶ χρήματα πολλὰ κεκομισμένοι,
39.20 ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν.
39.21 Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου πολεμητέα εἴη.
39.22 στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιάν, καὶ αὐτοὶ οὐδέν τι μελλήσαντες ξὺν ἐκείνοις τετάξονται πάντως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme