Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

38.20 Ἔκτεινον δὲ τοὺς παραπίπτοντας οὔτε ζίφει οὔτε δόρατι οὔτε τῳ ἄλλῳ εἰωθότι τρόπῳ, ἀλλὰ σκόλοπας ἐπὶ τῆς γῆς πηξάμενοι ἰσχυρότατα, ὀξεῖς τε αὐτοὺς ἐς τὰ μάλιστα ποιησάμενοι, ἐπὶ τούτων ξὺν βίᾳ πολλῇ τοὺς δειλαίους ἐκάθιζον, τήν τε σκολόπων ἀκμὴν γλουτῶν κατὰ μέσον ἐνείροντες ὠθοῦντές τε ἄχρι ἐς τῶν ἀνθρώπων τὰ ἔγκατα, οὕτω δὴ αὐτοὺς διαχρήσασθαι ἠξίουν.
38.21 καὶ ξύλα δὲ παχέα τέτταρα ἐπὶ πλεῖστον ἐς γῆν κατορύξαντες οἱ βάρβαροι οὗτοι, ἐπ’ αὐτῶν τε χεῖράς τε καὶ πόδας τῶν ἡλωκότων δεσμεύοντες, εἶτα ῥοπάλοις αὐτοὺς κατὰ κόρρης ἐνδελεχέστατα παίοντες, ὡς δὴ κύνας ἢ ὄφεις ἢ ἄλλο τι θηρίον διέφθειρον.
38.22 ἄλλους δὲ ξύν τε βουσὶ καὶ προβάτοις, ὅσα δὴ ἐπάγεσθαι ἐς τὰ πάτρια ἤθη ὡς ἥκιστα εἶχον, ἐν τοῖς δωματίοις καθείρξαντες, οὐδεμιᾷ φειδοῖ ἐνεπίμπρασαν. οὕτω μὲν Σκλαβηνοὶ τοὺς ἐντυχόντας ἀεὶ ἀνῄρουν.
38.23 ἀλλὰ νῦν αὐτοί τε καὶ οἱ τῆς ἑτέρας συμμορίας, ὥσπερ τῷ τῶν αἱμάτων μεθύοντες πλήθει, ζωγρεῖν τὸ ἐνθένδε ἠξίουν τῶν παραπεπτωκότων τινάς, καὶ ἀπ’ αὐτοῦ μυριάδας αἰχμαλώτων ἐπαγόμενοι ἀριθμοῦ κρείσσους ἐπ’ οἴκου ἀπεκομίσθησαν ἅπαντες.
39.1 Ὕστερον δὲ Γότθοι τῷ Ῥηγίνων προσέβαλον ὀχυρώματι, οἱ δὲ πολιορκούμενοι καρτερώτατα σφᾶς ἀμυνόμενοι ἀπεκρούοντο, ἔργα τε ὁ Θουριμοὺθ ἐπεδείκνυτο ἀεὶ ἐς αὐτοὺς ἀρετῆς ἄξια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme