Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

38.12 οἱ δὲ βάρβαροι ὀπίσω ἀνέστρεφον, δόκησιν παρεχόμενοι τοῖς ἐπιοῦσιν ὅτι δὴ αὐτοὺς κατωρρωδηκότες ἐς ὑπαγωγὴν χωροῦσι· καὶ οἱ Ῥωμαῖοι ἐς τὴν δίωξιν ἐκπεπτωκότες πόρρω που τοῦ περιβόλου ἐγένοντο.
38.13 ἀναστάντες οὖν οἱ ἐκ τῶν ἐνεδρῶν κατόπισθέν τε τῶν διωκόντων γενόμενοι ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν.
38.14 ἀναστρέψαντες δὲ καὶ οἱ φεύγειν δοκοῦντες ἀμφιβόλους ἤδη τοὺς Ῥωμαίους πεποίηνται. οὓς δὴ ἅπαντας οἱ βάρβαροι διαφθείραντες τῷ περιβόλῳ προσέβαλον.
38.15 οἱ δὲ τῆς πόλεως οἰκήτορες τῶν στρατιωτῶν τῆς δυνάμεως ἐστερημένοι, γίνονται μὲν ἐν ἀμηχανίᾳ πολλῇ, καὶ ὣς δὲ τοὺς ἐπιόντας ἐκ τῶν παρόντων ἠμύνοντο.
38.16 καὶ πρῶτα μὲν ἔλαιόν τε καὶ πίσσαν ἐπὶ πλεῖστον θερμήναντες τῶν τειχομαχούντων κατέχεον, καὶ λίθων βολαῖς πανδημεὶ ἐς αὐτοὺς χρώμενοι τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.
38.17 ἔπειτα δὲ αὐτοὺς πλήθει βελῶν οἱ βάρβαροι βιασάμενοι ἐκλιπεῖν τε τὰς ἐπάλξεις ἠνάγκασαν καὶ κλίμακας τῷ περιβόλῳ ἐρείσαντες κατὰ κράτος τὴν πόλιν εἷλον.
38.18 ἄνδρας μὲν οὖν ἐς πεντακισχιλίους τε καὶ μυρίους εὐθὺς ἅπαντας ἔκτειναν καὶ πάντα τὰ χρήματα ἐληΐσαντο, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων πεποίηνται λόγῳ.
38.19 καίτοι τὰ πρότερα οὐδεμιᾶς ἡλικίας ἐφείσαντο, ἀλλ’ αὐτοί τε καὶ ἡ συμμορία ἡ ἑτέρα, ἐξ ὅτου δὴ τῇ Ῥωμαίων ἐπέσκηψαν χώρᾳ, τοὺς παραπίπτοντας ἡβηδὸν ἅπαντας ἔκτεινον. ὥστε γῆν ἅπασαν, ἥπερ Ἰλλυριῶν τε καὶ Θρᾳκῶν ἐστί, νεκρῶν ἔμπλεων ἐπὶ πλεῖστον ἀτάφων γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme