Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

38.6 πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες.
38.7 ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι αἱ βάρβαροι οὗτοι πώποτε.
38.8 οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται.
38.9 Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα· ἣ πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστί, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα.
38.10 εἷλον δὲ αὐτὴν τρόπῳ τοιῷδε. οἱ μὲν πλεῖστοι ἐν δυσχωρίαις πρὸ τοῦ περιβόλου σφᾶς αὐτοὺς ἔκρυψαν, ὀλίγοι δέ τινες ἀμφὶ τὰς πύλας γενόμενοι αἳ πρὸς ἀνίσχοντά εἰσιν ἥλιον, τοὺς ἐν ταῖς ἐπάλξεσι Ῥωμαίους ἠνώχλουν.
38.11 ὑποτοπήσαντες δὲ οἱ στρατιῶται ὅσοι τὸ ἐνταῦθα φυλακτήριον εἶχον οὐ πλείους αὐτοὺς ἢ ὅσοι καθεωρῶντο εἶναι, ἀνελόμενοι αὐτίκα τὰ ὅπλα ἐξίασιν ἐπ’ αὐτοὺς ἅπαντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme