Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

37.19 Ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμόν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο.
37.20 ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος ἔτυχεν.
37.21 οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ ἔσχον.
37.22 ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες ἡσύχαζον.
37.23 Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ· καὶ Γότθοι δὲ οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον.
37.24 Ταῦταἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι. ἐπεί τε ὁ περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο· δεξιὰ γάρ τις ἡ ἀμφὶ Γερμανῷ δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν.
37.25 εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ πολλῷ ἔτι μᾶλλον ἀντεῖχον.
37.26 ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον καταστήσασθαι ἀντὶ Γερμανοῦ ἔγνω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme