Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

37.11 πρέσβεις δὲ πέμψας παρὰ Διογένην ὁ Τουτίλας αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ’ αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα δὴ μάλα.
37.12 ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι·
37.13 ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα.
37.14 αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι.
37.15 Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο.
37.16 πόλιν δέ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι βουλομένοις, τανῦν πάρεστιν·
37.17 ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ’ ᾧ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι.
37.18 ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme