Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

36.13 Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι.
36.14 μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον καὶ τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο.
36.15 καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι’ ἑτέρων πυλῶν ῳχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ Διογένην πληγέντα φασὶ διασεσῶσθαι.
36.16 Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ Διογένει ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο.
36.17 οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν.
36.18 τοῦ δὲ Γότθων στρατοῦ, ὄρθρου τε ὄντος καὶ μέλλοντός τι ὑποφαίνειν ἡμέρας, τούτοις δὴ τοῖς ἀνδράσιν ἐς χεῖρας ἐλθόντος, ἐνταῦθα ἰσχυρότατα τοὺς πολεμίους ὑφιστάμενοι τὸ πλέον ἔσχον· τῶν τε βαρβάρων ἅτε πλήθους τε μεγάλου καὶ στενοχωρίας ἐν αὐτοῖς οὔσης πολλοὺς ἔκτειναν.
36.19 ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, κατέπαυσε μὲν αὐτίκα τὴν μάχην, Γότθους δὲ τοῖς πολεμίοις ἀντικαθεζομένους ἡσυχάζειν ἐκέλευεν, οἰόμενος λιμῷ τοὺς ἄνδρας αἱρήσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme