Book 7
34.24
σὺ δέ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δι’ αὐτὸ τοῦτο ἀπ’ ἐναντίας χωρήσουσι.”
34.25
Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε· “Δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι.
34.26
ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον· δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν,
34.27
δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν.
34.28
ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες,
34.29
τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι.
34.30
ὥστε καὶ ὑμῖν ἐφ’ ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκός, ἐπικράτησιν.