Book 7
34.4
πέμψαντες οὖν παρὰ βασιλέα Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν, πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων μὲν Θορισὶν ὄνομα, τῶν δὲ ἑτέρων Αὐδουίν.
34.5
βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ χωρὶς παρ’ αὐτὸν γινομένων.
34.6
ἐν τοῖς πρῶτοι οὖν Λαγγοβάρδαι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Ἡμῖν μέν, ὦ βασιλεῦ, καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ὑμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες ἐφ’ ὑμᾶς ἥκουσιν.
34.7
οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς εὐπετεῖς εἰς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παρ’ αὐτοὺς ἥκοιεν.
34.8
ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχει. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσαισθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι.
34.9
εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε, διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον· νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ’ ὑμῶν αὐτῶν λαβεῖν πάρεστι.”