Book 7
33.12
Γηπαίδων οὐ πολλῷ ἄποθεν. καὶ αὐτοὶ μὲν Δαλμάτας τε καὶ Ἰλλυριοὺς μέχρι τῶν Ἐπιδάμνου ὁρίων ληϊσάμενοι ἠνδραπόδισαν, ἐπειδή τε τῶν τινες αἰχμαλώτων ἐνθένδε φυγόντες οἴκαδε ἀποκομίζεσθαι ἴσχυσαν, περιιόντες τὴν Ῥωμαίων ἀρχὴν οἱ βάρβαροι οὗτοι ἅτε Ῥωμαίοις ἔνσπονδοι ὄντες ἤν τινας τῶν ἀποδράντων ἐπιγνοῖεν ἐνταῦθα, ὥσπερ ἀνδραπόδων οἰκείων δεδραπετευκότων ἐπελαμβάνοντο, τῶν τε γειναμένων ἀφέλκοντες ἐς τὰ οἰκεῖα ξὺν αὑτοῖς ἐκομίζοντο, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.
33.13
καὶ ἄλλα μέντοι Δακίας χωρία δόντος βασιλέως Ἔρουλοι ἔσχον ἀμφὶ πόλιν Σιγγιδόνον, οὗ δὴ ἵδρυνται νῦν, Ἰλλυριούς τε καὶ τὰ ἐπὶ Θρᾴκης χωρία καταθέοντες καὶ ληϊζόμενοι ἐκ τοῦ ἐπὶ πλεῖστον. τινὲς δὲ αὐτῶν καὶ Ῥωμαίων στρατιῶται γεγένηνται ἐν τοῖς φοιδεράτοις καλουμένοις ταττόμενοι.
33.14
ἡνίκα οὖν Ἐρούλων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληΐζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπαλλάσσονται.
34.1
Οὕτω μὲν οἱ βάρβαροι διεδάσαντο τὴν Ῥωμαίων ἀρχήν. χρόνῳ δὲ ὕστερον Γήπαιδές τε καὶ Λαγγοβάρδαι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλήλοις διάφοροι γεγένηνται ἐς τὰ μάλιστα.
34.2
πολεμησείοντές τε προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ τακτὸς ὥριστο.
34.3
Λαγγοβάρδαι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι ʽπλήθει γὰρ αὐτοὺς ἐλασσοῦσθαι τῶν πολεμίων ξυνέβαινἐ Ῥωμαίους ἔγνωσαν ἐς ξυμμαχίαν ἐπαγαγέσθαι.