Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

32.47 Ἐπεὶ δὲ εἴσω πάντες ἐν βασιλέως ἐγένοντο, αὐτὸς μὲν ὀξὺ θυμωθεὶς βασιλεὺς ἠγανάκτει τε καὶ ὑπερφυῶς ἐπὶ τὸν Γερμανὸν ἠγριαίνετο τὴν βραδυτῆτα τῆς δηλώσεως αἰτιώμενος, τῶν τε ἀρχόντων δύο μέν τινες θεραπεύοντες αὐτὸν ὡμολόγουν τὴν γνώμην, καὶ ξὺν αὐτῷ δυσφορουμένοις ἐῴκεσαν· ταύτῃ τε τὸν βασιλέως θυμὸν ἐπὶ μέγα ἐξῇρον, ἀλλοτρίας αὐτῷ χαριεῖσθαι συμφορὰς ἐν σπουδῇ ἔχοντες.
32.48 οἱ δὲ ἄλλοι κατεπτηχότες σιωπῇ εἴχοντο, τῷ μὴ ἀντιστατεῖν ἃ βούλοιτο ἐγχωροῦντες αὐτῷ· Μάρκελλος δὲ μόνος ὀρθοστομήσας διασώσασθαι τὸν ἄνθρωπον ἴσχυσε.
32.49 τὴν γὰρ αἰτίαν ἐφ’ ἑαυτὸν ἕλκων τε καὶ βιαζόμενος δυνάμει τῇ πάσῃ Γερμανὸν μὲν οἱ ἐπικαιρότατα ἔφη τὰ πρασσόμενα ἐξειπεῖν, αὐτὸν δὲ περιέργως ἀκριβολογούμενον σχολαιότερον αὐτὰ μεμηνυκέναι.
32.50 καὶ τὴν βασιλέως ὀργὴν οὕτω κατέπαυσε. μέγα τε ἀπ’ αὐτοῦ κλέος οὗτος ὁ Μάρκελλος περιεβάλετο ἐς πάντας ἀνθρώπους ἅτε ἀρετῆς ἐν τοῖς ἀναγκαιοτάτοις μεταποιούμενος.
32.51 βασιλεὺς δὲ Ἰουστινιανὸς παρέλυσε τὸν Ἀρταβάνην ἧς εἶχεν ἀρχῆς, ἄλλο δὲ αὐτὸν εἰργάσατο οὐδὲν ἄχαρι, οὐ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα, πλήν γε δὴ ὅτι ἅπαντας οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ ἔσχεν, ἐν Παλατίῳ μέντοι, οὐκ ἐν τῷ δημοσίῳ οἰκήματι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme