Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

32.23 ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος ἐραστής.
32.24 ὃς δὴ τότε οὐκ εἴα τὸν λόγον ἐς βασιλέα φέρεσθαι. “Σὲ μὲν γὰρ τούτου” ἔφη “μηνυτὴν γενέσθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ.
32.25 ἐγὼ δέ τι μὴ λίαν ἀκριβολογησάμενος ἢ πιστεύειν αὐτὸς ἢ βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα.
32.26 βούλομαι τοίνυν ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτηδείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀνθρώπου λέγοντός τι ὑπὲρ τούτων διαφανές.”
32.27 Ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη.
32.28 ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε.
32.29 τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ’ αὐτὸν ἥκοι. “Ἐγὼ μὲν γὰρ οὐκ ἄν ποτε” ἔφη “τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ’ ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν.
32.30 ἀλλ’ εἴ μοι βούλοιό τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευσάμενοι τάχα
32.31 ἄν τι καὶ ἀγαθὸν πράξαιμεν.” ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme