Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

3.10 τῶν μὲν οὖν ἄλλων ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, Ἀρταβάζης δὲ μόνος Ἀρμένιος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, ἐς τὴν πρᾶξιν οὔτι ἀκουσίως καθῆκεν αὑτόν.
3.11 οὗτος ὁ ἀνὴρ Περσῶν μὲν ἡγεῖτο, οὓς Βελισάριος ἐς Βυζάντιον ἐκ τῆς Περσῶν γῆς σὺν τῷ Βλησχάμῃ ὀλίγῳ ἔμπροσθεν ἐτύγχανε πέμψας, τὸ Σισαυράνων ἐξελὼν φρούριον.
3.12 τότε δὲ ἄνδρας ἑκατὸν ἐκ τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἀωρὶ τῶν νυκτῶν ἄγχιστα τοῦ περιβόλου ἐγένετο.
3.13 καὶ ἐπεὶ ὁ φύλαξ ᾗπερ ξυνέκειτο ἀνεπέτασε σφίσι τὰς πύλας, οἱ μέν τινες ἐνταῦθα ἑστῶτες τὸ στράτευμα μετεπέμποντο, οἱ δὲ ἀναβάντες ἐπὶ τὸ τεῖχος τοὺς ταύτῃ φυλάσσοντας ἔκτειναν ἀπροσδόκητοι ἐπιπεσόντες.
3.14 ἐπεὶ δὲ Γότθοι ἅπαντες ᾔσθοντο τοῦ κακοῦ, διὰ πυλῶν ἑτέρων φεύγοντες ᾤχοντο. Πέτρα δέ τις ἐς ἄγαν ὑψηλὴ πρὸ τοῦ περιβόλου ἀνέχει, ὅθεν ἅπαντα κατανοεῖν πάρεστι τὰ ἐν Βερώνῃ πρασσόμενα καὶ ἀπαριθμεῖσθαι τοὺς ταύτῃ ἀνθρώπους, καὶ μὴν καὶ τοῦ πεδίου ἐπὶ πλεῖστον ὁρᾶν.
3.15 ἐνταῦθα οἱ Γότθοι καταφυγόντες τὴν νύκτα ὅλην ἡσύχαζον. ὁ δὲ Ῥωμαίων στρατὸς ἀπὸ σταδίων τεσσαράκοντα τῆς πόλεως ἥκων οὐκέτι ἐπίπροσθεν ᾔει, τῶν ἐν τῇ πόλει χρημάτων ἀλλήλοις ἀμφισβητούντων τῶν στρατηγῶν.
3.16 ἔτι τε αὐτῶν ἀμφὶ ταύτῃ διαμαχομένων τῇ λείᾳ ἡμέρα τε ἤδη διαφανῶς γέγονε καὶ οἱ Γότθοι ἀπὸ τῆς ἄκρας ἐς τὸ ἀκριβὲς κατανενοηκότες τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει, δρόμῳ ἐπὶ τὴν πόλιν ἐχώρουν δι’ αὐτῶν τῶν πυλῶν ὅθεν ἀπαλλαγέντες πρότερον ἔτυχον· οὐδὲ γὰρ αὐτῶν οἱ ἐσεληλυθότες ἔχεσθαι ἴσχυσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme