Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

30.12 ταύτῃ τε χρόνου μῆκος σφίσι τριβῆναι ξυνέβη. αὖθίς τε ἀγηγερμένοι ἐν τῷ Κροτωνιατῶν λιμένι ἐπὶ Ῥουσκιανὴν ἀνήγοντο. οὕσπερ ἐπεὶ οἱ βάρβαροι εἶδον, ἐπὶ τοὺς ἵππους ἀναθορόντες ἀμφὶ τὴν ἠϊόνα ἐγένοντο τὴν ἀπόβασιν τοῖς πολεμίοις ἀναστέλλειν διανοούμενοι.
30.13 Τουτίλας τε αὐτοὺς ἐπὶ πλεῖστον τῆς ἀκτῆς ἀντιμετώπους ἔστησε ταῖς τῶν νηῶν πρῴραις. τοὺς μὲν δόρατα ἔχοντας, τοὺς δὲ τὰ τόξα ἐντειναμένους.
30.14 ὅπερ ἐπεὶ Ῥωμαῖοι εἶδον, κατωρρώδησάν τε καὶ ἄγχιστα οὐδαμῆ ἐτόλμων ἰέναι, ἀλλὰ χρόνον μέν τινα τὰς ναῦς ἑκαστάτω ἀνακωχεύσαντες ἡσυχῆ ἔμενον, ὕστερον δὲ ἀπογνόντες τὴν ἀπόβασιν πρύμναν τε πάντες ἐκρούοντο καὶ ἀναχθέντες τῷ Κροτωνιατῶν αὖθις λιμένι προσέσχον.
30.15 Οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα.
30.16 οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι ἐλπίδα εἶχον.
30.17 Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει· Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ ξυμμῖξαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme