Book 7
29.20
τινὲς δέ φασιν οὐ τὸ κῆτος τοῦτο, οὗπερ ἐμνήσθην, ἀλλ’ ἕτερον εἶναι, ὃ δὴ ἁλῶναι ξυνέπεσεν. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
29.21
Τουτίλας οὖν ταῦτα διαπεπραγμένος ἃ προδεδήλωται, ἐπεὶ Ῥωμαίους τοὺς ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ τῶν ἀναγκαίων ὑποσπανίζειν ἐπύθετο, ἐξαιρήσειν αὐτοὺς οἰόμενος ὅτι τάχιστα, ἢν μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων οἷοί τε ὦσιν, ἐστρατοπεδεύσατό τε ὡς ἀγχοτάτω καὶ ἐγκαθεζόμενος ἐς πολιορκίαν καθίστατο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τρισκαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
30.1
Βασιλεὺς δε Ίουστινιανὸς πεζοὺς στρατιώτας οὐχ ἦσσον ἢ δισχιλίους ἐς Σικελίαν ναυσὶν ἔπεμψε καὶ Βαλεριανὸν οὐδεμιᾷ μελλήσει παρὰ Βελισάριον ἐκέλευεν ἰέναι.
30.2
καὶ ὃς διαπορθμευσάμενος ὲς τὸν Δρυοῦντα κατέπλευσεν, οὗ δὴ καὶ Βελισάριον ξὺν τῇ γυναικὶ εὗρεν.
30.3
ὑπὸ τοῦτον τὸν χρόνον Ἀντωνίνα μὲν ἡ Βελισαρίου γυνη ἐς Βυζαντιον στέλλεται, τῆς βασιλίδος δεησομένη μείζονι παρασκευῇ τὸν πόλεμον ἐξαρτύεσθαι.
30.4
ἡ δὲ βασιλὶς Θεοδώρα νοσήσασα ἐξ ἀνθρώπων ἠφάνιστο, ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι τῇ βασιλείᾳ ἐπιβιοῦσα καὶ μῆνας τρεῖς.
30.5
Ἐν τούτῳ δὲ οἱ ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ πολιορκούμενοι πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς λόγους τοῖς πολεμίοις ξυνίασιν, ὡμολόγησάν τε μεσούσης μάλιστα τῆς τοῦ θέρους ὥρας τὸ φρούριον ἐνδώσειν, ἢν μή τις ἐπιγένηται μεταξὺ βοήθεια σφίσιν, ἐφ’ ᾧ μέντοι ἀπαθεῖς κακῶν ἅπαντες μείνωσιν.